Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.31 Dem. 34.34 (English) >>Dem. 34.37

34.33λέγει δὲ ὡς συγγραφὴ σωθείσης τῆς νεὼς αὐτὸν ἀποδοῦναι κελεύει τὰ χρήματα. καὶ γὰρ ἐνθέσθαι τἀγοράσματα εἰς τὴν ναῦν κελεύει σε, εἰ δὲ μή, πεντακισχιλίας δραχμὰς ἀποτίνειν. σὺ δὲ τοῦτο μὲν τῆς συγγραφῆς οὐ λαμβάνεις, παραβεβηκὼς δʼ εὐθὺς ἐξ ἀρχῆς καὶ τὰ χρήματα οὐκ ἐνθέμενος ἀμφισβητεῖς πρὸς ἓν ῥῆμα τῶν ἐν τῇ συγγραφῇ, καὶ τοῦτʼ ἀνῃρηκὼς αὐτός. ὁπότε γὰρ ἐν τῷ Βοσπόρῳ φὴς μὴ τὰ χρήματα ἐνθέσθαι εἰς τὴν ναῦν, ἀλλὰ τὸ χρυσίον τῷ ναυκλήρῳ ἀποδοῦναι, τί ἔτι περὶ τῆς νεὼς διαλέγει; οὐ γὰρ μετέσχηκας τοῦ κινδύνου διὰ τὸ μηδὲν ἐνθέσθαι. 34.34καὶ τὸ μὲν πρῶτον, ἄνδρες δικασταί, ὥρμησεν ἐπὶ ταύτην τὴν σκῆψιν, ὡς ἐντεθειμένος τὰ χρήματα εἰς τὴν ναῦν· ἐπειδὴ δὲ τοῦτο ἐκ πολλῶν ἔμελλεν ἐλεγχθήσεσθαι ψευδόμενος, ἔκ τε τῆς ἀπογραφῆς τῆς ἐν Βοσπόρῳ παρὰ τοῖς ἐλλιμενισταῖς καὶ ὑπὸ τῶν ἐν τῷ ἐμπορίῳ ἐπιδημούντων κατὰ τὸν αὐτὸν χρόνον, τηνικαῦτα μεταβαλόμενος συνίσταται μετὰ τοῦ Λάμπιδος καί φησιν ἐκείνῳ τὸ χρυσίον ἀποδεδωκέναι, 34.35ἐφόδιον μὲν λαβὼν τὸ τὴν συγγραφὴν κελεύειν, οὐκ ἂν ἡγούμενος δʼ ἡμᾶς εὐπόρως ἐξελέγξαι ὅσα μόνοι πρὸς αὑτοὺς αὐτοὶ πράξειαν. καὶ Λάμπις, ὅσα μὲν εἶπεν πρὸς ἐμὲ πρὶν ὑπὸ τούτου διαφθαρῆναι, οὐκ ἐντὸς ὢν αὑτοῦ φησιν εἰπεῖν· ἐπειδὴ δὲ τὸ χρυσίον τοὐμὸν ἐμερίσατο, τότʼ ἐντὸς εἶναί φησιν αὑτοῦ καὶ πάντʼ ἀκριβῶς μνημονεύειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.31 Dem. 34.34 (English) >>Dem. 34.37

Powered by PhiloLogic